Слово на житие прп. Петра Афонского | страница 46
§ 38
Ἀλλ’ ὁ μὲν λόγος ἐπείγεται πρὸς τὸ τέλος· ἐγώ δ’ αἰσθάνομαι πολλά τά τῶν ἀναγκαίων εἰρῆσθαι παραλιπών, ὡν ὀλίγα προσθείς, καὶ ταῦτα τῶν μετὰ τὴν πρὸς θεόν ἐκδημίαν ὑπηργμένων τῶ θαυμασίῳ, προσῆκον ἐποίσω τῶ λόγῳ τέλος. Μικρόν οὐν αὐθις ἀναληπτέον. Τεθεαμένος γὰρ ὁ κυνηγέτης ἐκεῖνος τὸν τοῦ θεοῦ ἄνθρωπον καὶ εἰς λόγους ἐλθών καὶ γνούς αὐτό τοῦθ’ ὡς ἀληθῶς ὄντα θεοῦ ἄνθρωπον, μᾶλλον δ’ ὑπέρ ἡμᾶς φάναι καὶ ἄγγελον ἀτεχνῶς θεοῦ καὶ μύστην τῶν ἄνω καὶ θεωρόν, οὐ δεκάτας ἀπό τῶν ἐνόντων ἐδίδου, καθάπερ Ἀβραάμ πάλαι τῶ Μελχισεδέκ ἐντυχών, οὐδ’ ἀπό τῶν οἴκοι τεθησαυρισμένων ὑπισχνεῖτο κομίσειν, ἢ τὸ ἥμισυ τῶν ὑπαρχόντων πτωχοῖς διδόναι κατά Ζακχαῖον· ἀλλ’ ὅλον ἑαυτόν θεῶ, καὶ τῶ κατά θεόν ἀνδρὶ παρέξειν ἡρεῖτο, ζημίαν ἡγούμενος τὴν ἐπάνοδον καὶ τὴν ἀπ’ αὐτοῦ διάζευξιν οὐκ ἐπί νοῦν ἔχων. ’Εντεῦθεν, ταύτην ἐπαγγέλλω σοι χάριν, ἔλεγε, θειοτάτη μοι κορυφή, παραδέξασθαί μου τὴν συνοικίαν, ἵν’ ὑπό σοὶ διδασκάλῳ ταττόμενος τὸ λοιπόν καὶ αὐτός ἀσφαλῶς κατά θεόν βιώσω, δυνηθείς διαδρᾶναι τάς ποικίλας τῶν τῆς πονηριάς πνευμάτων ἐνέδρας καὶ πρὸς αὐτόν φθάσαι [388] θεόν, τὴν κοινήν τῶν εὑ βεβιωκότων ἀνάπαυλαν· ὃς καὶ προσδραμεῖν αὐτῶ πάντας διακελεύεται καὶ τῶν πόνων [389] ἀπαλλαγήν ἐπαγγέλλεται καὶ