Слово на житие прп. Петра Афонского | страница 45
§ 37
Ὡς οὐν [380] ἐκεῖνος, φόβου κέντρω νυγείς, εἰς τοὔμπαλιν ἐπεστραμμένος ἤει, [381] γεγωνόν ἀναβοήσας ὁ τοῦ θεοῦ ἄνθρωπος· ἄνθρωπός εἰμι καὶ αὐτός, φησίν, ἄνθρωπε. Θαρρῶν οὐν καὶ τῆς φυγῆς ἀφέμενος, ἐπανήκειν ὡς [382] ἡμᾶς προθυμήθητι· θεός γὰρ ἴσως ὡδέ σε τῶν κατ’ ἐμέ τήμερον ἀκροατήν ἐσόμενον ἔπεμψε. Τῆς φωνῆς οὐν [383] ὁ κυνηγέτης ἠσθημένος καὶ, πρῶτον μὲν εἰς ἑαυτόν, εἰτα καὶ τὸν ὅσιον ἐπανελθών καὶ τά κατ’ αὐτόν πρὸς ἀκρίβειαν μεθ’ ἱκετείας ἐξετάσας, καὶ οὕτως ἐξ ἀρχῆς ἄχρι τέλους ἐκμαθών, τὴν αἰτίαν τῆς ἐπὶ τὸ κρεῖττον ὁρμής, αὐτῆς τῆς ὁρμῆς τὴν ἔκβασιν, τὴν ἐπί τὸ ὄρος ἀγωγήν καὶ ἀνάβασιν, τάς ἐκ τοῦ πονηροῦ πείρας, τά κατ’ αὐτοῦ τρόπαια, τῶν ἐκ θεοῦ χαρισμάτων τὸ πλῆθος, πάντων ἐλθών εἰς ἀκοήν, εἱθ’ οὕτως οἴκαδ’ ἀναλύσας, τοῦ σωτηρίου τοῦδε καὶ τοῖς ἄλλοις μεταδίδωσι διηγήματος· ὃ δή παρά πατέρων υἱέσιν, ὥσπερ ἀγαθοῦ τινος κλήρου παραπεμπομένου τε καὶ κατιόντος, ἤδη δὲ τινος καὶ ἀνάγραπτον ποιησαμένου, μέχρι καὶ πρὸς ἡμᾶς εὑ ποιοῦν ἤδη φθάνει· τῆ τε μνήμη νεάζον καὶ τῆς ὀνησίμου δυνάμεως οὐχ ὑφειμένως ἔχον, πᾶσι παντός ἀγαθοῦ παράδειγμα προκείμενον καὶ βίου τὸ παράπαν ἀπλανοῦς ἀρχέτυπος εἰκών καὶ πάσης ἀρετῆς ἰδέα, πάσης κακίας ἀμιγής.
И вот, когда [охотник], уязвленный стрекалом страха,