Слово на житие прп. Петра Афонского | страница 44
§ 36
Ἀλλ’ ἐν τούτοις οὕτως εὐδαιμόνως ἓξ ἐπιβιούς ἔτη πρὸς τοῖς τεσσαράκοντα, θεῶ μόνῳ καὶ ζῶν καὶ ὁρῶν καὶ ὑπ’ αὐτοῦ μόνου καὶ τρεφόμενος καὶ ὁρώμενος, ὕστερον ἐπ’ αὐτάς, ὅ φασι, τάς τοῦ βίου δυσμάς, ἑνὶ μόνῳ τῶν ἀνθρώπων κρείττονι προνοίᾳ θεατός ἐγεγόνει. [362] Κυνηγέτης οὑτος ἡν· ὡ δή θηρωμένῳ [363] καὶ τάς λόχμας περινοστοῦντι καὶ κατ’ ἄγραν ἀκριβέστερον περισκοποῦντι τὴν ὕλην θήραν [364] ἁρπάσαι, πρὸ τῶν ὀφθαλμῶν ἔλαφος ὑπεκδῦσα, καλή μὲν ἰδεῖν, ἱκανή δὲ θέλξαι τε καὶ πρὸς τὸ [365] μεταδιώκειν ἐπάραι θηρατοῦ ψυχήν, τοῦτο μὲν εὐμεγέθης, τοῦτο δὲ [366] κατάσαρκος οὐσα. Τοιαύτη τοίνυν ἐκεῖθέν ποθεν τοῦ ἄλσους προαλλομένη, προήει· καὶ κατά βραχύ λίαν ἐπίτηδες ἀεὶ διαφεύγουσα, προῆγε τὸν τοῦ θηρᾶν [367] ἐραστήν, μήτ’ εἴσω γινόμενη χειρῶν ἢ βελῶν, μήτ’ ἐκτὸς οὕτως, ὡς δόξαι μὴ θηράσιμος εἱναι. Καὶ οὕτως ἐπὶ πολύ τῆς ἡμέρας ἡ μὲν ἔφευγεν, ὁ δ’ εἵπετο· [368] μᾶλλον δὲ, ἵν’ εἴπω τἀληθές, ἡ μὲν ἡγεῖτο, ὁ δ’ ἐδίωκε· [369] τῶ γὰρ ὁσίω φέρουσα τὸν ἄνδρα παρέστησεν, ὂς ἀκρατῶς ἐπὶ τὸ πρόσω σπεύ δων, ὄμμα τε καὶ νοῦν τοῦ θηράματος ἐξηρτημένος. Εἰτ’ ἐξαίφνης ἄνθρωπον εὐ μάλα πολιόν ἰδών, αὐχμῶντα, [370] ρυπῶντα, κατερρικνωμένον, παντός περικαλύμματος ἐστερημένον, πρὸς φυγήν εὐθύς ἐτράπετο περιδεής γεγονώς· ἀπροσδόκητος γὰρ ἐπ’ ἐρημίας θέα, κἂν μικρόν δεῖμα φέρη, [371] δύναται πατάξαι ψυχήν ἀνδρός καὶ δουλώσασθαι.
И вот таким образом он счастливо провел сорок шесть лет, [372] живя только для Бога, и только на Него взирая, и только Им будучи питаем, и только Им видим. А после этого «на закате жизни» [373] — по всемогущему промыслу лишь одному человеку довелось узреть его. Им был охотник: во время охоты, когда он блуждал среди зарослей и, хорошо зная свое дело, [374]