Слово на житие прп. Петра Афонского | страница 31
§ 21
Ὁ μέντοι μεγαλόνους ὄντως οὑτοσι Πέτρος, ἐφ’ ὃ προσεκλήθη συνείς, ὄλω κατά τὴν παροιμίαν προσεχώρει ποδί· τοῦτο δὲ ήν οὐχ ὁ τῶν χαρισμάτων ὄγκος (ἄπαγε, οὐδέ [230] γὰρ ἂν ἐδελεάσθη ποτέ λιχνεία τούτων ὁ μέγας, ἐπεὶ μηδέ προὔργου τοῦτ’ εἱναι τοῖς ὑπελθεῖν ἐγνωκόσι τὴν ἡσύχιον ἀγωγήν, ὁ λόγος ἔχει δηλώσας), ἀλλ’ ὥστε τῆ χάριτι δυνηθῆναι δοῦναι χώραν ἐπισκευάσαι τὸν ἐντός ἄνθρωπον καὶ πρὸς τὸ πρωτότυπον εύ διαθεῖναι τὸ ἀρχαῖον ἐκεῖνο καὶ [231] ἀμήχανον ἐπανθήσασαν κάλλος. Ἀλλὰ ὁ μὲν οὕτως ὡρμημένος ἀναβάσεις ἐν τῆ καρδία, [232] κατά τὸν Ψαλμωδόν εἰπεῖν, διετίθετο. Τί δ’ ὁ [233] τοῦ φθόνου πατήρ, τὸ τοῦ δόλου πλήρωμα, ὁ καλοῦ παντός αὐθαίρετος φυγάς, ὁ κακοῦ παντός ἐργάτης ἢ προστάτης, μᾶλλον δὲ τὸ συναμφότερον, ὁ πρῶτος ἀποστάτης [234] καὶ τὸν πρῶτον ἄνθρωπον ἀποστήσας [235] τοῦ θεοῦ, τί συσκευάζει; Καὶ πῶς ἑαυτῶ χρῆται κατά τῆς τοῦ δικαίου ψυχῆς; Κακούργως μὲν, ἐπιεικῶς δ’ ὅμως, ἀξίως ἑαυτού. Ὁρῶν γὰρ ἔξω βελῶν, ὅ φασι, γεγονότα τὸν μέγαν, τῆ τοῦ κόσμου καὶ τῶν κατ’ αὐτόν ἡδέων φυγῆ, δι’ ὡν ἐκεῖνος συλᾶν εἴωθε τάς ἀγεννεστέρους ψυχάς, κἀντεῦθεν οὐκ ὄναρ μόνον διά τοῦ φανταστικοῦ πνεύματος, ὃ νοερᾶς [236] ὄχημα ψυχῆς ἡ φιλοσοφία φησί, θειοτέρων θεαμάτων ἠξιωμέ || νον καὶ προηγμένον ἐπί τὸ βέλτιον, ἀλλ’ ἤδη καὶ τῆς φαντασίας αὐτῆς ὑπερκύψαντα καὶ τῆ τῶν ἀύλων ἐπαφῆ καθαρῶς προσχωροῦντα καὶ θαυμαστῶς φωτιζόμενον, ὅ φησι Δαβίδ, ἀπό ὀρέων αἰωνίων καὶ τῶ ὄρει τούτῳ τῆς αἴγλης μεταδιδόντα τοῦ φωτός καὶ οὕτω ποιοῦντα τὸ σκότος ὑπερόριον, ὅπερ ἡν ἄντικρυς αὐτός, οὐχ οῖός τε φέρειν ἐτύγχανεν ὤν, τῶν ἀνυποίστων [237] ἡγούμενος, ὅθεν αὐτός ἀπερρύη κακοβουλία, τὸν Πέτρον κάτωθεν ἀνηγμένον, ἔτι καὶ τὸ τοῦ σώματος ἐφόλκιον ἐπαγόμενον, τοῦτον μὲν τῆς ἄνω καὶ κρείττονος ἐπειλῆφθαι [238] μερίδος, ἐκείνῳ δὲ μηδέ γοῦν τῆς κάτω παραχωρεῖν.
Итак, сей Петр, обладавший истинно великим умом, и осознав то, к чему он призван, по поговорке, устремился к нему со всей возможной быстротой. [239] И было это не изобилие дарований, избегай такого [помысла]. Великий никогда бы не прельстился лакомиться дарованиями, ибо, как показало слово, не подобает это познавшим путь исихии. Но уступал он место благодати Божией, дабы она подготовила внутреннего человека к тому, чтобы тот смог вместить благодать и благорасположить к Первообразу ту свою древнюю и дивно расцветающую красоту.