Praecellentissimus Rex. Одоакр в истории и историографии | страница 38



также его ars, а не aetas.

Посольство в Константинополь по данным Малха и πολιτικὴ σύνεσις

Как уже отмечалось, оценивая фигуру Одоакра маргинальная редакция Continuatio Prosperi использует язык, по тональности и смыслу очень близкий к применяемому сенатскими послами, отправившимися, согласно сообщению Малха, в Константинополь в попытке получить правовую санкцию для нового устройства, установившегося на Западе после устранения Ореста.

Этот мучительнейший отрывок филадельфийского историка передан нам константиновскими Excerpta de legationibus:

Ὅτι ὁ Αὔγουστος ὁ τοῦ Ὀρέστου υἱὸς ἀκούσας Ζήνωνα πάλιν τὴν βασιλείαν ἀνακεκτῆσθαι τῆς ἕω τὸν Βασιλίσκον ἐλάσαντα, ἠνάγκασε τὴν βουλὴν ἀποστεῖλαι πρεσβείαν Ζήνωνι σημαίνουσαν, ὡς ἰδίας μὲν αὐτοῖς βασιλείας οὐ δέοι, κοινὸς δὲ ἀποχρήσει μόνος ὢν αὐτοκράτωρ ἐπ' ἀμφοτέροις τοῖς πέρασι. с.54 τὸν μέντοι Ὀδόαχον ὑπ' αὐτῶν προβεβλῆσθαι ἱκανὸν ὄντα σώζειν τὰ παρ' αὐτοῖς πράγματα, πολιτικὴν' ἔχοντα ‘σύνεσιν' ὁμοῦ καὶ μάχιμον· καὶ δεῖσθαι τοῦ Ζήνωνος πατρικίου τε αὐτῷ ἀποστεῖλαι ἀξίαν καὶ τὴν τῶν Ἰταλῶν τούτῳ ἐφεῖναι διοίκησιν. ἀφικνοῦνται δὴ ἄνδρες τῆς βουλῆς τῆς ἐν Ῥώμῃ τούτους ἐς Βυζάντιον κομίζοντες τοὺς λόγους, καὶ ταῖς αὐταῖς ἡμέραις ἐκ τοῦ Νέπωτος ἄγγελοι τῶν τε γεγενημένων συνησθησόμενοι τῷ Ζήνωνι καὶ δεόμενοι ἅμα ταῖς ἴσαις τῷ Νέπωτι συμφοραῖς χρησαμένῳ συσπουδάσαι προθύμως βασιλείας ἀνάκτησιν, χρήματά τε καὶ στρατόν ἐπὶ ταῦτα διδόντα καὶ τοῖς ἄλλοις, οἷς δέοι, συνεκπονοῦντα τὴν κάθοδον. ταῦτά τε τοὺς λέξοντας ὁ Νέπως ἀπέστελλεν. Ζήνων δὲ τοῖς ἥκουσι τοῖς μὲν ἀπὸ τῆς βουλῆς ἀπεκρίνατο ταῦτα, ὡς δύο ἐκ τῆς ἕω βασιλέας λαβόντες τὸν μὲν ἐξηλάχασιν, Ἀνθέμιον δὲ ἀπέκτειναν. καὶ νῦν τὸ ποιητέον αὐτοὺς ἔφη γινώσκειν. οὐ γὰρ ἂν βασιλέως ἔτι ὄντος ἑτέραν ἡγήσεσθαι γνώμην ἢ κατιόντα προσδέχεσθαι· τοῖς δὲ ἐκ τοῦ βαρβάρου ὁτι καλῶς πράξοι παρὰ τοῦ βασιλέως Νέπωτος τὴν ἀξίαν τοῦ πατρικίου δεξάμενος Ὀδόαχος· ἐκπέμψειν γὰρ αὐτὸν, εἰ μὴ Νέπως ἐπεφθάκει. ἐπαινεῖν δὲ ὡς ἀρχὴν ἐπιδέδεικται ταύτην τοῦ τὸν κόσμον φυλάττειν τὸν τοῖς Ῥωμαίοις προσήκοντα, καὶ πιστεύειν ἐντεῦθεν ὡς καὶ τὸν βασιλέα τὸν ταῦτα τιμήσαντα καταδέξοιτο θᾶττον, εἰ ποιεῖν θέλοι τὰ δίκαια. καὶ βασίλειον γράμμα περὶ ὧν ἠβούλετο πέμπων τῷ Ὀδοάχῳ, πατρίκιον ἐν τούτῳ τῷ γράμματι ἐπωνόμασε. ταῦτα δὲ συνεσπούδαζε τῷ Νέπωτι ὁ Ζήνων ἐκ τῶν ἑαυτοῦ κακῶν τὰ ἐκείνου οἰκτείρων καὶ τό γε κοινὸν τῆς τύχης εἰς ὑπόθεσιν ἔχων τῷ δυστυχοῦντι συνάχθεσθαι. ἄμα δὲ καὶ Βηρίνα συνεπώτρυνε τοῦτον τῇ Νέπωτος γυναικὶ συγγενεῖ οὔσῃ συσπεύδουσα